Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.121 Dem. 20.124 (English) >>Dem. 20.127

20.123ἀλλὰ μὴν ὑπὲρ ὧν γε τοῖς εὑρημένοις τὰς τιμὰς καταλείπειν φήσει, οἱ μὲν ἁπλᾶ πάνυ καὶ δίκαιʼ ἂν εἴποιεν, πάνθʼ ὅσα τῶν αὐτῶν ἕνεκʼ αὐτοῖς ἔδοτʼ εὐεργεσιῶν ἀξιοῦντες ἔχειν, οἱ δὲ φενακίζειν τὸν ὡς καταλείπεται λέγοντά τι αὐτοῖς. γὰρ ἄξια τῆς ἀτελείας εὖ πεποιηκέναι δόξας καὶ ταύτην παρʼ ὑμῶν λαβὼν τὴν τιμὴν μόνην, ξένος καί τις πολίτης, ἐπειδὰν ἀφαιρεθῇ ταύτην, τίνʼ ἔχει λοιπὴν δωρειάν, Λεπτίνη; οὐδεμίαν δήπου. μὴ τοίνυν διὰ μὲν τοῦ τῶνδε κατηγορεῖν ὡς φαύλων ἐκείνους ἀφαιροῦ, διʼ δʼ αὖ καταλείπειν ἐκείνοις φήσεις, τούσδʼ μόνον λαβόντες ἔχουσι, τοῦτʼ ἀφέλῃ. 20.124ὡς δʼ ἁπλῶς εἰπεῖν, οὐκ, εἰ τῶν πάντων ἀδικήσομέν τινʼ μείζονʼ ἐλάττονα, δεινόν ἐστιν, ἀλλʼ εἰ τὰς τιμάς, αἷς ἂν ἀντʼ εὖ ποιήσωμέν τινας, ἀπίστους καταστήσομεν· οὐδʼ πλεῖστος ἔμοιγε λόγος περὶ τῆς ἀτελείας ἐστίν, ἀλλʼ ὑπὲρ τοῦ πονηρὸν ἔθος τὸν νόμον εἰσάγειν καὶ τοιοῦτον διʼ οὗ πάντʼ ἄπισθʼ ὅσʼ δῆμος δίδωσιν ἔσται.

20.125ὃν τοίνυν κακουργότατον οἴονται λόγον εὑρηκέναι πρὸς τὸ τὰς ἀτελείας ὑμᾶς ἀφελέσθαι πεῖσαι, βέλτιόν ἐστι προειπεῖν, ἵνα μὴ λάθητʼ ἐξαπατηθέντες. ἐροῦσʼ ὅτι ταῦθʼ ἱερῶν ἐστιν ἅπαντα τἀναλώματα αἱ χορηγίαι καὶ αἱ γυμνασιαρχίαι· δεινὸν οὖν, εἰ τῶν ἱερῶν ἀτελής τις ἀφεθήσεται. ἐγὼ δὲ τὸ μέν τινας, οἷς δῆμος ἔδωκεν, ἀτελεῖς εἶναι τούτων δίκαιον ἡγοῦμαι, δὲ νῦν οὗτοι ποιήσουσιν, ἐὰν ἄρα ταῦτα λέγωσι, τοῦτʼ εἶναι δεινὸν νομίζω.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.121 Dem. 20.124 (English) >>Dem. 20.127

Powered by PhiloLogic